Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.6 Dem. 13.10 (English) >>Dem. 13.12

13.8νῦν δὲ πρωτεύειν μὲν ὑμεῖς ἀξιοῦτε καὶ τὰ δίκαιʼ ὁρίζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτʼ ἐφορεύσουσαν καὶ φυλάξουσαν δύναμιν οὔτε κατεσκεύασθʼ οὔτε κατασκευάζεσθε, ἀλλʼ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῶν Μυτιληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δʼ ἡσυχίας Ῥοδίων, ἐχθρός γʼ ὢν ἡμῖν, φαίη τις ἄν· ἀλλὰ μείζω χρὴ νομίζειν, ἄνδρες Ἀθηναῖοι, τὴν πρὸς τὰς ὀλιγαρχίας ὑπὲρ αὐτῆς τῆς προαιρέσεως ἔχθραν, τὴν πρὸς τοὺς δήμους ὑπὲρ ὧν ποτʼ ἂν . 13.9ἀλλʼ ἵνʼ ἐκεῖσʼ ἐπανέλθω, φημὶ δεῖν ὑμᾶς συντετάχθαι, καὶ τὴν αὐτὴν τοῦ τε λαβεῖν καὶ τοῦ ποιεῖν προσήκει σύνταξιν εἶναι. διελέχθην δʼ ὑμῖν περὶ τούτων καὶ πρότερον, καὶ διεξῆλθον ὡς ἂν συνταχθείητε, οἵ θʼ ὁπλῖται καὶ οἱ ἱππεῖς καὶ ὅσοι τούτων ἐκτός ἐστε, καὶ εὐπορία τις ἂν ἅπασι γένοιτο κοινή. 13.10 δέ μοι πλείστην ἀθυμίαν παρέσχεν ἁπάντων, ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι πολλῶν καὶ μεγάλων καὶ καλῶν ὄντων τούτων ἁπάντων, τῶν μὲν ἄλλων οὐδενὸς οὐδεὶς μέμνηται, τοῖν δυοῖν δʼ ὀβολοῖν ἅπαντες. καίτοι τοὺς μὲν οὐκ ἔστι πλείονος δυοῖν ὀβολοῖν ἀξίους εἶναι, τἄλλα δὲ μετὰ τούτων ὧν εἶπον τῶν βασιλέως ἄξιʼ ἐστὶ χρημάτων, πόλιν τοσούτους ὁπλίτας ἔχουσαν καὶ τριήρεις καὶ ἵππους καὶ χρημάτων πρόσοδον συντετάχθαι καὶ παρεσκευάσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.6 Dem. 13.10 (English) >>Dem. 13.12

Powered by PhiloLogic